Add parallel Print Page Options

λέγει αὐτοῖς Σίμων Πέτρος· Ὑπάγω ἁλιεύειν· λέγουσιν αὐτῷ· Ἐρχόμεθα καὶ ἡμεῖς σὺν σοί. ἐξῆλθον καὶ ἐνέβησαν εἰς τὸ [a]πλοῖον, καὶ ἐν ἐκείνῃ τῇ νυκτὶ ἐπίασαν οὐδέν.

Πρωΐας δὲ ἤδη [b]γενομένης [c]ἔστη Ἰησοῦς εἰς τὸν αἰγιαλόν· οὐ μέντοι ᾔδεισαν οἱ μαθηταὶ ὅτι Ἰησοῦς ἐστιν. λέγει οὖν αὐτοῖς [d]ὁ Ἰησοῦς· Παιδία, μή τι προσφάγιον ἔχετε; ἀπεκρίθησαν αὐτῷ· Οὔ.

Read full chapter

Footnotes

  1. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 21:3 πλοῖον WH Treg NIV ] + εὐθύς RP
  2. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 21:4 γενομένης NIV RP ] γινομένης WH Treg
  3. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 21:4 ἔστη WH Treg NIV ] + ὁ RP
  4. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 21:5 Treg NIV RP ] – WH