Add parallel Print Page Options

13 καὶ ἀποστέλλει δύο τῶν μαθητῶν αὐτοῦ καὶ λέγει αὐτοῖς· Ὑπάγετε εἰς τὴν πόλιν, καὶ ἀπαντήσει ὑμῖν ἄνθρωπος κεράμιον ὕδατος βαστάζων· ἀκολουθήσατε αὐτῷ, 14 καὶ ὅπου [a]ἐὰν εἰσέλθῃ εἴπατε τῷ οἰκοδεσπότῃ ὅτι Ὁ διδάσκαλος λέγει· Ποῦ ἐστιν τὸ κατάλυμά [b]μου ὅπου τὸ πάσχα μετὰ τῶν μαθητῶν μου φάγω; 15 καὶ αὐτὸς ὑμῖν δείξει ἀνάγαιον μέγα ἐστρωμένον ἕτοιμον· [c]καὶ ἐκεῖ ἑτοιμάσατε ἡμῖν.

Read full chapter

Footnotes

  1. ΚΑΤΑ ΜΑΡΚΟΝ 14:14 ἐὰν WH NIV RP ] ἂν Treg
  2. ΚΑΤΑ ΜΑΡΚΟΝ 14:14 μου WH Treg NIV ] – RP
  3. ΚΑΤΑ ΜΑΡΚΟΝ 14:15 καὶ WH Treg NIV ] – RP