Add parallel Print Page Options

23 ἄν τινων ἀφῆτε τὰς ἁμαρτίας [a]ἀφέωνται αὐτοῖς· ἄν τινων κρατῆτε κεκράτηνται.

24 Θωμᾶς δὲ εἷς ἐκ τῶν δώδεκα, ὁ λεγόμενος Δίδυμος, οὐκ ἦν μετ’ αὐτῶν ὅτε [b]ἦλθεν Ἰησοῦς. 25 ἔλεγον οὖν αὐτῷ οἱ ἄλλοι μαθηταί· Ἑωράκαμεν τὸν κύριον. ὁ δὲ εἶπεν αὐτοῖς· Ἐὰν μὴ ἴδω ἐν ταῖς χερσὶν αὐτοῦ τὸν τύπον τῶν ἥλων καὶ βάλω τὸν δάκτυλόν μου εἰς τὸν τύπον τῶν ἥλων καὶ βάλω [c]μου τὴν χεῖρα εἰς τὴν πλευρὰν αὐτοῦ, οὐ μὴ πιστεύσω.

Read full chapter

Footnotes

  1. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 20:23 ἀφέωνται WH Treg NIV ] ἀφιένται RP
  2. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 20:24 ἦλθεν WH Treg NIV ] + ὁ RP
  3. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 20:25 μου τὴν χεῖρα WH Treg NIV ] τὴν χεῖρά μου RP