Font Size
ΚΑΤΑ ΙΩΑΝΝΗΝ 21:22-24
SBL Greek New Testament
ΚΑΤΑ ΙΩΑΝΝΗΝ 21:22-24
SBL Greek New Testament
22 λέγει αὐτῷ ὁ Ἰησοῦς· Ἐὰν αὐτὸν θέλω μένειν ἕως ἔρχομαι, τί πρὸς σέ; σύ [a]μοι ἀκολούθει. 23 ἐξῆλθεν οὖν [b]οὗτος ὁ λόγος εἰς τοὺς ἀδελφοὺς ὅτι ὁ μαθητὴς ἐκεῖνος οὐκ ἀποθνῄσκει. [c]οὐκ εἶπεν δὲ αὐτῷ ὁ Ἰησοῦς ὅτι οὐκ ἀποθνῄσκει ἀλλ’· Ἐὰν αὐτὸν θέλω μένειν ἕως ἔρχομαι, τί πρὸς σέ;
24 Οὗτός ἐστιν ὁ μαθητὴς ὁ μαρτυρῶν περὶ τούτων καὶ [d]ὁ γράψας ταῦτα, καὶ οἴδαμεν ὅτι ἀληθὴς [e]αὐτοῦ ἡ μαρτυρία ἐστίν.
Read full chapterFootnotes
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 21:22 μοι ἀκολούθει WH Treg NIV ] ἀκολούθει μοι RP
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 21:23 οὗτος ὁ λόγος WH Treg NIV ] ὁ λόγος οὗτος RP
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 21:23 οὐκ εἶπεν δὲ WH Treg NIV ] καὶ οὐκ εἶπεν RP
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 21:24 ὁ WH Treg NIV ] – RP
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 21:24 αὐτοῦ ἡ μαρτυρία ἐστίν WH Treg NIV ] ἐστίν ἡ μαρτυρία αὐτοῦ RP
SBL Greek New Testament (SBLGNT)
Scripture quotations marked SBLGNT are from the The Greek New Testament: SBL Edition. Copyright © 2010 by Society of Biblical Literature and Logos Bible Software