Add parallel Print Page Options

18 εἰ δὲ καὶ ὁ Σατανᾶς ἐφ’ ἑαυτὸν διεμερίσθη, πῶς σταθήσεται ἡ βασιλεία αὐτοῦ; ὅτι λέγετε ἐν Βεελζεβοὺλ ἐκβάλλειν με τὰ δαιμόνια. 19 εἰ δὲ ἐγὼ ἐν Βεελζεβοὺλ ἐκβάλλω τὰ δαιμόνια, οἱ υἱοὶ ὑμῶν ἐν τίνι ἐκβάλλουσιν; διὰ τοῦτο [a]αὐτοὶ ὑμῶν κριταὶ ἔσονται. 20 εἰ δὲ ἐν δακτύλῳ [b]θεοῦ ἐκβάλλω τὰ δαιμόνια, ἄρα ἔφθασεν ἐφ’ ὑμᾶς ἡ βασιλεία τοῦ θεοῦ.

Read full chapter

Footnotes

  1. ΚΑΤΑ ΛΟΥΚΑΝ 11:19 αὐτοὶ ὑμῶν κριταὶ WH NIV ] αὐτοὶ κριταὶ ὑμῶν Treg; κριταὶ ὑμῶν αὐτοὶ RP
  2. ΚΑΤΑ ΛΟΥΚΑΝ 11:20 θεοῦ RP ] + ἐγὼ WH Treg NIV