Add parallel Print Page Options

20 εἰ δὲ ἐν δακτύλῳ [a]θεοῦ ἐκβάλλω τὰ δαιμόνια, ἄρα ἔφθασεν ἐφ’ ὑμᾶς ἡ βασιλεία τοῦ θεοῦ. 21 ὅταν ὁ ἰσχυρὸς καθωπλισμένος φυλάσσῃ τὴν ἑαυτοῦ αὐλήν, ἐν εἰρήνῃ ἐστὶν τὰ ὑπάρχοντα αὐτοῦ· 22 ἐπὰν [b]δὲ ἰσχυρότερος [c]αὐτοῦ ἐπελθὼν νικήσῃ αὐτόν, τὴν πανοπλίαν αὐτοῦ αἴρει ἐφ’ ᾗ ἐπεποίθει, καὶ τὰ σκῦλα αὐτοῦ διαδίδωσιν.

Read full chapter

Footnotes

  1. ΚΑΤΑ ΛΟΥΚΑΝ 11:20 θεοῦ RP ] + ἐγὼ WH Treg NIV
  2. ΚΑΤΑ ΛΟΥΚΑΝ 11:22 δὲ WH Treg NIV ] + ὁ RP
  3. ΚΑΤΑ ΛΟΥΚΑΝ 11:22 αὐτοῦ WH Treg RP NA ] – NIV