Add parallel Print Page Options

14 οὗτοι πάντες ἦσαν προσκαρτεροῦντες ὁμοθυμαδὸν τῇ [a]προσευχῇ σὺν γυναιξὶν καὶ [b]Μαριὰμ τῇ μητρὶ τοῦ Ἰησοῦ καὶ [c]σὺν τοῖς ἀδελφοῖς αὐτοῦ.

15 Καὶ ἐν ταῖς ἡμέραις ταύταις ἀναστὰς Πέτρος ἐν μέσῳ τῶν [d]ἀδελφῶν εἶπεν (ἦν τε ὄχλος ὀνομάτων ἐπὶ τὸ αὐτὸ [e]ὡς ἑκατὸν εἴκοσι)· 16 Ἄνδρες ἀδελφοί, ἔδει πληρωθῆναι τὴν [f]γραφὴν ἣν προεῖπε τὸ πνεῦμα τὸ ἅγιον διὰ στόματος Δαυὶδ περὶ Ἰούδα τοῦ γενομένου ὁδηγοῦ τοῖς συλλαβοῦσιν [g]Ἰησοῦν,

Read full chapter

Footnotes

  1. ΠΡΑΞΕΙΣ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ 1:14 προσευχῇ WH Treg NIV ] + καὶ τῇ δεήσει RP
  2. ΠΡΑΞΕΙΣ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ 1:14 Μαριὰμ WH Treg NIV ] Μαρίᾳ RP
  3. ΠΡΑΞΕΙΣ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ 1:14 σὺν WH Treg RP ] – NIV
  4. ΠΡΑΞΕΙΣ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ 1:15 ἀδελφῶν WH Treg NIV ] μαθητῶν RP
  5. ΠΡΑΞΕΙΣ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ 1:15 ὡς WH Treg RP ] ὡσεὶ NIV
  6. ΠΡΑΞΕΙΣ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ 1:16 γραφὴν WH Treg NIV ] + ταύτην RP
  7. ΠΡΑΞΕΙΣ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ 1:16 Ἰησοῦν WH Treg NIV ] τὸν Ἰησοῦν RP