Add parallel Print Page Options

15 Καὶ ἐν ταῖς ἡμέραις ταύταις ἀναστὰς Πέτρος ἐν μέσῳ τῶν [a]ἀδελφῶν εἶπεν (ἦν τε ὄχλος ὀνομάτων ἐπὶ τὸ αὐτὸ [b]ὡς ἑκατὸν εἴκοσι)· 16 Ἄνδρες ἀδελφοί, ἔδει πληρωθῆναι τὴν [c]γραφὴν ἣν προεῖπε τὸ πνεῦμα τὸ ἅγιον διὰ στόματος Δαυὶδ περὶ Ἰούδα τοῦ γενομένου ὁδηγοῦ τοῖς συλλαβοῦσιν [d]Ἰησοῦν, 17 ὅτι κατηριθμημένος ἦν [e]ἐν ἡμῖν καὶ ἔλαχεν τὸν κλῆρον τῆς διακονίας ταύτης.—

Read full chapter

Footnotes

  1. ΠΡΑΞΕΙΣ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ 1:15 ἀδελφῶν WH Treg NIV ] μαθητῶν RP
  2. ΠΡΑΞΕΙΣ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ 1:15 ὡς WH Treg RP ] ὡσεὶ NIV
  3. ΠΡΑΞΕΙΣ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ 1:16 γραφὴν WH Treg NIV ] + ταύτην RP
  4. ΠΡΑΞΕΙΣ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ 1:16 Ἰησοῦν WH Treg NIV ] τὸν Ἰησοῦν RP
  5. ΠΡΑΞΕΙΣ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ 1:17 ἐν WH Treg NIV ] σὺν RP