Add parallel Print Page Options

19 [a]Πάλαι δοκεῖτε ὅτι ὑμῖν ἀπολογούμεθα; [b]κατέναντι θεοῦ ἐν Χριστῷ λαλοῦμεν. τὰ δὲ πάντα, ἀγαπητοί, ὑπὲρ τῆς ὑμῶν οἰκοδομῆς, 20 φοβοῦμαι γὰρ μή πως ἐλθὼν οὐχ οἵους θέλω εὕρω ὑμᾶς, κἀγὼ εὑρεθῶ ὑμῖν οἷον οὐ θέλετε, μή πως [c]ἔρις, [d]ζῆλος, θυμοί, ἐριθεῖαι, καταλαλιαί, ψιθυρισμοί, φυσιώσεις, ἀκαταστασίαι· 21 μὴ πάλιν [e]ἐλθόντος μου [f]ταπεινώσῃ [g]με ὁ θεός μου πρὸς ὑμᾶς, καὶ πενθήσω πολλοὺς τῶν προημαρτηκότων καὶ μὴ μετανοησάντων ἐπὶ τῇ ἀκαθαρσίᾳ καὶ πορνείᾳ καὶ ἀσελγείᾳ ᾗ ἔπραξαν.

Read full chapter

Footnotes

  1. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Β΄ 12:19 Πάλαι WH Treg NIV ] Πάλιν RP
  2. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Β΄ 12:19 κατέναντι WH Treg NIV ] Κατενώπιον τοῦ RP
  3. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Β΄ 12:20 ἔρις WH NIV ] ἔρεις Treg RP
  4. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Β΄ 12:20 ζῆλος WH Treg NIV ] ζῆλοι RP
  5. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Β΄ 12:21 ἐλθόντος μου WH Treg NIV ] ἐλθόντα με RP
  6. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Β΄ 12:21 ταπεινώσῃ WH NIV ] ταπεινώσει Treg RP
  7. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Β΄ 12:21 με WH Treg NIV ] – RP