Add parallel Print Page Options

20 φοβοῦμαι γὰρ μή πως ἐλθὼν οὐχ οἵους θέλω εὕρω ὑμᾶς, κἀγὼ εὑρεθῶ ὑμῖν οἷον οὐ θέλετε, μή πως [a]ἔρις, [b]ζῆλος, θυμοί, ἐριθεῖαι, καταλαλιαί, ψιθυρισμοί, φυσιώσεις, ἀκαταστασίαι· 21 μὴ πάλιν [c]ἐλθόντος μου [d]ταπεινώσῃ [e]με ὁ θεός μου πρὸς ὑμᾶς, καὶ πενθήσω πολλοὺς τῶν προημαρτηκότων καὶ μὴ μετανοησάντων ἐπὶ τῇ ἀκαθαρσίᾳ καὶ πορνείᾳ καὶ ἀσελγείᾳ ᾗ ἔπραξαν.

Read full chapter

Footnotes

  1. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Β΄ 12:20 ἔρις WH NIV ] ἔρεις Treg RP
  2. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Β΄ 12:20 ζῆλος WH Treg NIV ] ζῆλοι RP
  3. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Β΄ 12:21 ἐλθόντος μου WH Treg NIV ] ἐλθόντα με RP
  4. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Β΄ 12:21 ταπεινώσῃ WH NIV ] ταπεινώσει Treg RP
  5. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Β΄ 12:21 με WH Treg NIV ] – RP