Add parallel Print Page Options

10 [a]Καὶ Ἰούδας [b]Ἰσκαριὼθ ὁ εἷς τῶν δώδεκα ἀπῆλθεν πρὸς τοὺς ἀρχιερεῖς ἵνα αὐτὸν [c]παραδοῖ αὐτοῖς. 11 οἱ δὲ ἀκούσαντες ἐχάρησαν καὶ ἐπηγγείλαντο αὐτῷ ἀργύριον δοῦναι. καὶ ἐζήτει πῶς [d]αὐτὸν εὐκαίρως παραδοῖ.

12 Καὶ τῇ πρώτῃ ἡμέρᾳ τῶν ἀζύμων, ὅτε τὸ πάσχα ἔθυον, λέγουσιν αὐτῷ οἱ μαθηταὶ αὐτοῦ· Ποῦ θέλεις ἀπελθόντες ἑτοιμάσωμεν ἵνα φάγῃς τὸ πάσχα;

Read full chapter

Footnotes

  1. ΚΑΤΑ ΜΑΡΚΟΝ 14:10 Καὶ WH Treg NIV ] + ὁ RP
  2. ΚΑΤΑ ΜΑΡΚΟΝ 14:10 Ἰσκαριὼθ ὁ WH NIV ] Ἰσκαριώτης ὁ Treg; ὁ Ἰσκαριώτης RP
  3. ΚΑΤΑ ΜΑΡΚΟΝ 14:10 παραδοῖ αὐτοῖς WH Treg NIV ] παραδῷ αὐτὸν RP
  4. ΚΑΤΑ ΜΑΡΚΟΝ 14:11 αὐτὸν εὐκαίρως παραδοῖ WH Treg NIV ] εὐκαίρως αὐτὸν παραδῷ RP