Add parallel Print Page Options

22 Καὶ ἐσθιόντων αὐτῶν [a]λαβὼν ἄρτον εὐλογήσας ἔκλασεν καὶ ἔδωκεν αὐτοῖς καὶ εἶπεν· [b]Λάβετε, τοῦτό ἐστιν τὸ σῶμά μου. 23 καὶ [c]λαβὼν ποτήριον εὐχαριστήσας ἔδωκεν αὐτοῖς, καὶ ἔπιον ἐξ αὐτοῦ πάντες. 24 καὶ εἶπεν αὐτοῖς· Τοῦτό ἐστιν τὸ αἷμά μου [d]τῆς διαθήκης τὸ [e]ἐκχυννόμενον ὑπὲρ πολλῶν.

Read full chapter

Footnotes

  1. ΚΑΤΑ ΜΑΡΚΟΝ 14:22 λαβὼν WH NA ] + ὁ Ἰησοῦς Treg NIV RP
  2. ΚΑΤΑ ΜΑΡΚΟΝ 14:22 Λάβετε WH Treg NIV ] + φάγετε RP
  3. ΚΑΤΑ ΜΑΡΚΟΝ 14:23 λαβὼν WH Treg NIV ] + τὸ RP
  4. ΚΑΤΑ ΜΑΡΚΟΝ 14:24 τῆς WH NIV ] τὸ τῆς Treg; τὸ τῆς καινῆς RP
  5. ΚΑΤΑ ΜΑΡΚΟΝ 14:24 ἐκχυννόμενον ὑπὲρ πολλῶν WH Treg NIV ] περὶ πολλῶν ἐκχυνόμενον RP