Add parallel Print Page Options

29 ὁ δὲ Πέτρος ἔφη αὐτῷ· [a]Εἰ καὶ πάντες σκανδαλισθήσονται, ἀλλ’ οὐκ ἐγώ. 30 καὶ λέγει αὐτῷ ὁ Ἰησοῦς· Ἀμὴν λέγω σοι ὅτι σὺ σήμερον [b]ταύτῃ τῇ νυκτὶ πρὶν ἢ δὶς ἀλέκτορα φωνῆσαι τρίς [c]με ἀπαρνήσῃ. 31 ὁ δὲ [d]ἐκπερισσῶς ἐλάλει· Ἐὰν [e]δέῃ με συναποθανεῖν σοι, οὐ μή σε [f]ἀπαρνήσομαι. ὡσαύτως δὲ καὶ πάντες ἔλεγον.

Read full chapter

Footnotes

  1. ΚΑΤΑ ΜΑΡΚΟΝ 14:29 Εἰ καὶ WH Treg NIV ] Καὶ εἰ RP
  2. ΚΑΤΑ ΜΑΡΚΟΝ 14:30 ταύτῃ τῇ νυκτὶ WH Treg NIV ] ἐν τῇ νυκτὶ ταύτῃ RP
  3. ΚΑΤΑ ΜΑΡΚΟΝ 14:30 με ἀπαρνήσῃ WH Treg NIV ] ἀπαρνήσῃ με RP
  4. ΚΑΤΑ ΜΑΡΚΟΝ 14:31 ἐκπερισσῶς ἐλάλει WH Treg NIV ] ἐκπερισσοῦ ἔλεγεν μᾶλλον RP
  5. ΚΑΤΑ ΜΑΡΚΟΝ 14:31 δέῃ με WH Treg NIV ] με δέῃ RP
  6. ΚΑΤΑ ΜΑΡΚΟΝ 14:31 ἀπαρνήσομαι WH Treg NIV ] ἀπαρνήσωμαι RP