Add parallel Print Page Options

Τούτων δὲ πορευομένων ἤρξατο ὁ Ἰησοῦς λέγειν τοῖς ὄχλοις περὶ Ἰωάννου· Τί ἐξήλθατε εἰς τὴν ἔρημον θεάσασθαι; κάλαμον ὑπὸ ἀνέμου σαλευόμενον; ἀλλὰ τί ἐξήλθατε ἰδεῖν; ἄνθρωπον ἐν [a]μαλακοῖς ἠμφιεσμένον; ἰδοὺ οἱ τὰ μαλακὰ φοροῦντες ἐν τοῖς οἴκοις τῶν [b]βασιλέων [c]εἰσίν. ἀλλὰ τί ἐξήλθατε[d]; προφήτην ἰδεῖν; ναί, λέγω ὑμῖν, καὶ περισσότερον προφήτου.

Read full chapter

Footnotes

  1. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 11:8 μαλακοῖς WH Treg NIV ] + ἱματίοις RP
  2. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 11:8 βασιλέων WH Treg NIV ] βασιλείων RP
  3. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 11:8 εἰσίν Treg NIV RP ] WH
  4. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 11:9 ; προφήτην ἰδεῖν WH ] ἰδεῖν; προφήτην Treg NIV RP